«Οὐ γὰρ ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ
πολλῶν. Ὅτι τοῦτο ποιεῖ λαμπροὺς καὶ ἐπισήμους ὁρᾶτε ἀπ᾽ἐμοῦ τὸ πρᾶγμα συμβαῖνον, τῷ μὴ δεομένῳ τιμῆς καὶ δόξης· ἀλλ᾽ ὅμως καὶ ἐγὼ τὰ μύρια ἀγαθὰ διὰ τούτου κατορθῶ.Πρὶν ἢ μὲν λαβεῖν τὴν σάρκα καὶ ταπεινῶσαι πάντα ἀπολώλει καὶ διέφθαρτο. Ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτόν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψίδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανοὺς ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθεια ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικόν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγώ, μήτε πάντες ἄνθρωποι δύναιντ᾽ἂν τῷ λόγῳ παραστῆσαι».